Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.122 Joseph. AJ 2.127 (English) >>Joseph. AJ 2.132

2.125ἐποίει δὲ ταῦτα διάπειραν βουλόμενος τῶν ἀδελφῶν λαβεῖν, πότερόν ποτε βοηθήσουσι τῷ Βενιαμὶν κλοπῆς ἀγομένῳ καὶ δοκοῦντι κινδυνεύειν, καταλιπόντες ὡς οὐδὲν αὐτοὶ κεκακουργηκότες ἀπίασι πρὸς τὸν πατέρα. 2.126ποιήσαντος δὲ τοῦ οἰκέτου τὰ ἐντεταλμένα μεθʼ ἡμέραν οὐδὲν τούτων εἰδότες οἱ τοῦ Ἰακώβου παῖδες ἀπῄεσαν ἀπειληφότες τὸν Σεμεῶνα καὶ διπλῆν χαρὰν χαίροντες ἐπί τε τούτῳ κἀπὶ τῷ Βενιαμὶν ἀποκομίζειν τῷ πατρί, καθὼς ὑπέσχοντο. περιελαύνουσι δʼ αὐτοὺς ἱππεῖς ἄγοντες τὸν οἰκέτην, ὃς ἐναπέθετο τῷ τοῦ Βενιαμὶν φορτίῳ τὸν σκύφον. 2.127ταραχθέντας δὲ ὑπὸ τῆς ἀδοκήτου τῶν ἱππέων ἐφόδου καὶ τὴν αἰτίαν πυθομένους διʼ ἣν ἐπʼ ἄνδρας ἐληλύθασιν, 2.128οἳ μικρὸν ἔμπροσθεν τιμῆς καὶ ξενίας τετυχήκασιν αὐτῶν παρὰ τοῦ δεσπότου, κακίστους ἀπεκάλουν, οἳ μηδʼ αὐτὸ τοῦτο τὴν ξενίαν καὶ τὴν φιλοφροσύνην τὴν Ἰωσήπου διὰ μνήμης λαβόντες οὐκ ὤκνησαν εἰς αὐτὸν ἄδικοι γενέσθαι, σκύφον δὲ, φιλοτησίας αὐτοῖς προύπιεν, ἀράμενοι φέροιεν κέρδους ἀδίκου τήν τε πρὸς Ἰώσηπον φιλίαν τόν τε ἑαυτῶν εἰ φωραθεῖεν κίνδυνον ἐν δευτέρῳ θέμενοι· 2.129τιμωρίαν τε αὐτοὺς ὑφέξειν ἠπείλουν οὐ λανθάνοντας τὸν θεὸν οὐδʼ ἀποδράντας μετὰ τῆς κλοπῆς, εἰ καὶ τὸν διακονούμενον οἰκέτην διέλαθον. πυνθάνεσθαί τε νῦν, τί παρόντες εἴημεν, ὡς οὐκ εἰδότας· γνώσεσθαι μέντοι κολαζομένους αὐτίκα. καὶ ταῦτα καὶ πέρα τούτων οἰκέτης εἰς αὐτοὺς λέγων ἐνύβριζεν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.122 Joseph. AJ 2.127 (English) >>Joseph. AJ 2.132

Powered by PhiloLogic